Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.100.4 | Hdt. 2.102.4 (English) | >>Hdt. 2.104.2 |
2.102.1
παραμειψάμενος ὦν τούτους τοῦ ἐπὶ τούτοισι γενομένου βασιλέος , τῷ οὔνομα ἦν Σέσωστρις , τούτου μνήμην ποιήσομαι ·
2.102.2 τὸν ἔλεγον οἱ ἱρέες πρῶτον μὲν πλοίοισι μακροῖσι ὁρμηθέντα ἐκ τοῦ Ἀραβίου κόλπου τοὺς παρὰ τὴν Ἐρυθρὴν θάλασσαν κατοικημένους καταστρέφεσθαι , ἐς ὃ πλέοντά μιν πρόσω ἀπικέσθαι ἐς θάλασσαν οὐκέτι πλωτὴν ὑπὸ βραχέων .
2.102.3 ἐνθεῦτεν δὲ ὡς ὀπίσω ἀπίκετο ἐς Αἴγυπτον , κατὰ τῶν ἱρέων τὴν φάτιν , πολλὴν στρατιὴν τῶν λαβὼν ἤλαυνε διὰ τῆς ἠπείρου , πᾶν ἔθνος τὸ ἐμποδὼν καταστρεφόμενος .
2.102.4 ὁτέοισι μέν νυν αὐτῶν ἀλκίμοισι ἐνετύγχανε καὶ δεινῶς γλιχομένοισι περὶ τῆς ἐλευθερίης , τούτοισι μὲν στήλας ἐνίστη ἐς τὰς χώρας διὰ γραμμάτων λεγούσας τό τε ἑωυτοῦ οὔνομα καὶ τῆς πάτρης , καὶ ὡς δυνάμι τῇ ἑωυτοῦ κατεστρέψατο σφέας ·
2.102.5 ὅτεων δὲ ἀμαχητὶ καὶ εὐπετέως παρέλαβε τὰς πόλιας , τούτοισι δὲ ἐνέγραφε ἐν τῇσι στήλῃσι κατὰ ταὐτὰ καὶ τοῖσι ἀνδρηίοισι τῶν ἐθνέων γενομένοισι , καὶ δὴ καὶ αἰδοῖα γυναικὸς προσενέγραφε , δῆλα βουλόμενος ποιέειν ὡς εἴησαν ἀνάλκιδες .
ch. 103
2.103.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.100.4 | Hdt. 2.102.4 (English) | >>Hdt. 2.104.2 |